Ancient Greek
687 to 688
Damascius, In Parmenidem 687-688
Unproofread scanNot analysed yet
πατρικὸν μᾶλλον ἐπικρατεῖ τοῦ μητρικοῦ· εἰ καὶ ὅπου μὲν ἐλάχιστον τὸ μητρικόν, ὅπου δὲ πλεῖστον αὐτὸ γε πρὸς ἑαυτό. Μήποτε δὲ τὸ ἐν τριάδος ἀριθμὸν σημαίνει μαίνει τοῦ δὶς, ὅτι τὸ δὶς τρίτον ληπλέον· οὕτω γὰρ ἔσται τρὶς δύο. Τάχα δὲ ἐὰν μὲν ἡ δυὰς ἐπὶ τριάδα, γίνεται δὶς τρία· ἐὰν δὲ τριάς ἐπὶ μονάδα, τρία δὶς· τὸ γὰρ ἄρχον πολλαπλασιάζει τὸ ἑπόμενον· ὥστε τὰ τρία πολλαπλασιάζει τὸ δὶς· ὥστε τοῦτο γίνεται τρὶς δύο. Ἔκτον ποῦ. ε'. δὶς τρία] δύο τρίς. μονάδα] δυάδα. ἕκτον διὰ τί τῷ παντὶ ἀριθμῷ γεγονότι ἐπήγαγεν· «εἰ ἄρα ἔστιν ἕν, ἀνάγκη καὶ ἀριθμὸν εἶναι· ἢ πρὸς τὸ ἐξ ἀρχῆς, φησίν, τοῦτο συνεπεράνατο. ἐζητεῖτο γὰρ εἰ τὸ ἓν πολλά ἐσλι καθ' αὐτὸ λαμβανόμενον· μήποτε