Ancient Greek
689
Damascius, In Parmenidem 689
Unproofread scanNot analysed yet
δὲ ἀρχὴ τῆς ἔπειτα ἀποδείξεως, ὅτι καὶ ἡ οὐσία πολλά. Ἐπεὶ γὰρ τὸ ἕν ἐσλιν οἷον μεθεκτὸν ὑπὸ τοῦ ὄντος, καὶ ἀριθμὸς ἄρα μεθεκτὸς ὑπὸ τῆς οὐσίας· ὥστε καὶ τὰ πολλὰ τοῦ ἀριθμοῦ μεθεκτὰ ὑπὸ τῶν πολλῶν τῆς οὐσίας. Διὸ καὶ ἠρώ- τησεν· «ἢ οὐκ ἄπειρος ἀριθμὸς πλήθει καὶ μετέχων οὐσίας γίγνεται;» οἷς ἀκολουθῶς συλλογίζεται ὅτι κεἰ πᾶς ἀριθμὸς οὐσίας