Ancient Greek
707
Damascius, In Parmenidem 707
Unproofread scanNot analysed yet
ὡς συνοχικὴ ἔστιν καὶ κατὰ Πλάτωνα. Οὐκοῦν πρὸς μὲν τὸ πρῶτον ἐροῦμεν ὅτι τῶν μὲν νοητῶν κοινὴ οὐσία, τὸ ἐν ὃν ὁμοῦ συμφυῶς ἠνωμένον, καὶ τῇ μόνῃ μάλιστα κατεχόμενον, ἡ δὲ ἴδιος τῆς μὲν πρώτης τάξεως τὸ πάντη ἀδιάκριτον, τῆς δὲ δευτέρας τὸ ὅπη καὶ ὡς ἐκεῖ διακρινόμενον εἰς κυοῦν καὶ κυούμενον, τῆς δὲ τρίτης τὸ γεννῶν ἤδη ἀφ’ ἑαυτοῦ