Ancient Greek
708 to 709
Damascius, In Parmenidem 708-709
Unproofread scanNot analysed yet
πολλὰ νοητὰ γένη, ἀλλ’ ἄκρως ἡνωμένα τῷ γεννῶντι, τῆς δὲ ἐφεξῆς ψάσης θείας ὑποστάσεως τὸ διωρισμένον τοῦ ἑνὸς ἀπὸ τοῦ ὄντος, ὡς ἡγουμένου καὶ ἐπομένου, ἢ ὡς ὀχουμένου καὶ ὀχήματος. Τῶν δὲ νοητῶν καὶ νοερῶν κοινὴ μὲν ἡ διακρινομένη καὶ ἐνιζομένη, ἐν τῷ προϊέναι οὐσία ὁρωμένη, ἴδιος δὲ τῆς μὲν πρώτης ἢ ἐν τῇ ἐνώσει προβολὴ τῆς διακρίσεως κατὰ τὸν ἀριθμόν, τῆς δὲ δευτέρας ἢ ἐν τῇ διακρίσει προβολὴ τῆς συνεχείας κατὰ τὸ ὅλον, τῆς δὲ τρίτης ἢ ἐπανάκλησις τῶν ἀπορρεόντων μερῶν ἀπὸ τοῦ ὅλου εἰς αὐτὸ τὸ ὅλον. Πάλιν δὲ τῶν νοερῶν κοινὸν μὲν τὸ μετὰ τὴν διάκρισιν ἐπιστρεφόμενον πρὸς ἑαυτό, καὶ εἰς οἰκείαν περιγραφὴν συνελισσόμενον, ὃ καὶ τὸν νοῦν ἀποτελεῖ νοῦν. Καὶ τὸ εἶδος μάλιστα τοῦτο