Ancient Greek
714
Damascius, In Parmenidem 714
Unproofread scanNot analysed yet
τοῦ ὄντος, ὡς ἐξ ἀρχῆς ἐπέστησεν αὐτὸς ὁ Παρμενίδης, καὶ ἡ τρίτη, ὥσπερ ἡ τρίτη τῶν νοητῶν, ἀρχὴ καὶ μέσα καὶ τέλος ἐστὶ· διὸ καὶ αὐτὴ ἀπὸ τοῦ ὅλου ἐπὶ τὸν ἄπειρον μερισμὸν προελήλυθεν τοῦ νοητοῦ διὰ μέσων πολλῶν γενῶν· καὶ ἡ τρίτη τῶν νοερῶν καὶ νοητῶν εἰς τὸ ἄπειρον πλῆθος εὐθυγράμμων σχημάτων προέβη. Τὸ γὰρ εὐθὺ ἄπειρον φύσει ὅπερ