Ancient Greek
715 to 716
Damascius, In Parmenidem 715-716
Unproofread scanNot analysed yet
καὶ ἐν ταῖς ἀποφάσεσιν διὰ τῆς ἀρχῆς καὶ τοῦ μέσου καὶ τῆς τελευταίας, ἀμφοτέρας ἀποφάσκει τὰς τάξεις τὴν τρίτην τῶν νοητῶν καὶ νοερῶν. Καὶ γὰρ ἑκάτερα παντότης ἐστὶ καὶ τελειότης· ἥδη δὲ καὶ τὸ πάντων σχημάτων ἀκρότατον ἐν τῇ τρίτῃ πέφηνεν τῶν νοητῶν. Εἰ δὲ ἐναργέστερον ἡ μέση τῇ μέσῃ συνανυμεῖ, αἰτία ἡ συνοχικὴ ἰδιότης εἰς ταῦτόν συνάγουσα τὰ μέρη, ὁ νοητοῖς μάλιστα προσήκει πράγμασιν. Τὸ τοίνυν τρίτον ἡ μὲν νοητὴ ὁλότης τοῦ ἑνὸς ὄντος ἦν, ἥδε δὲ τοῦ ἑνὸς χωρὶς καὶ τοῦ ὄντος, ὡς καὶ αὐτὸς φησιν. Καὶ ἐκείνη μὲν οἷον ὠδίνουσα τὰ μέρη πρὸς τόπον, αὕτη δὲ τὰ κατὰ τὸν ἀριθμὸν διακριθέντα συνάγουσα, καὶ μέρη ἑαυτῆς ποιουμένη, ὡς συνέχεια οὖσα ἐκείνων. Οὐ μέντοι αὕτη μὲν ὁμοιομερής,