Ancient Greek
775
Damascius, In Parmenidem 775
Unproofread scanNot analysed yet
οἶδεν διαρρήδην, τὸ μὲν ὅτι τελετὴν μακαριωτάτην ὀνομάζει τήνδε τὴν τάξιν ἐν Φαίδρῳ, τὸ δὲ ὅτι αἱ ψυχαὶ ἐπὶ δαῖτα καὶ θοίνην ἀναβαίνουσι πρὸς αὐτήν· δημιουργικὴ γὰρ αὕτη τροφή. Ὄρφεὺς δὲ τὴν ἑτέραν μόνην παραδίδωσιν· Οἱ Ζηνὶ βροντὴν τε δόσαν τεῦξάν τε κεραυνόν. . . καὶ ὅτι ἐδίδαξαν τὰς τέχνας Ἀθηνᾶν τε καὶ Ἥφαιστον· τὴν δὲ τελεσλικὴν οὐ φαίνεται ἀνατιθεὶς τοῖς Κύκλωψιν.