Ancient Greek
776 to 777
Damascius, In Parmenidem 776-777
Unproofread scanNot analysed yet
Εἰ μὴ ἄρα καὶ ἱερατικῶς ἀκούσωμεν τῆς βροντῆς, καὶ τοῦ κεραυνοῦ, καὶ τῆς ἀστραπῆς. Οἱ δὲ Θεοὶ τοῖς Χαλδαίοις τὴν τελεσλικὴν μάλιστα παραδιδόασιν τῆσδε τῆς τάξεως ἰδιότητα, καὶ ἄρχουσαν ἀποφαίνουσι τῶν τελετῶν, <ὅ> ἐπὶ πᾶσαν τὴν τελειότητα ἀπλωτέον. Ὁ δὲ Πλάτων καὶ ἐν τούτοις ὁμοῦ τὸ συναμφότερον ἐνδείκνυται· τελειότητα γὰρ ἀπλῶς ὑπογράφει διὰ τῶνδε τῶν συμπερασμάτων, ἐπεὶ καὶ τὸ σχῆμα χαρακτήρων κατὰ τὸ λόγιον, καὶ τὴν εἰδητικὴν ἑκάστου τελειότητα προλαμβάνουσαν οἰκείαις περιγραφαῖς. ἀλλὰ δὴ τὸ πῆμπλον ἡ φρουρητικὴ ἰδιότης ἄλλῳ παρασκευάζει τὴν φρουράν, καὶ σὺν ἄλλῳ ἔχει τὸ εἶναι οὐ ἕσιν. Τὸ μὲν γὰρ τελειοποιὸν ἐν ἐπιστάτου τέτακται μοίρᾳ, τὸ δὲ φρουρητικὸν ἐν ὑπερήτου. Διὰ τοῦτο ἴδιον οὐ ποιεῖ διάκοσμον, ἐν ὅλῃ δὲ φαίνεται τῇ μέσῃ τάξει, ὥστε