Ancient Greek
790 to 791
Damascius, In Parmenidem 790-791
Unproofread scanNot analysed yet
ἐπ’ αὐτῆς, ἡ τε κορυφαία καὶ δύο μετ’ αὐτήν, καὶ ἐτι παρὰ Ἡλιουπολίταις ἄλλο τι, καὶ παρὰ Γαζαίοις ἄλλο τοῦ Διός. Τί δεῖ πολλά λέγειν ὅτε καὶ οἱ Θεοὶ ἐν τοῖς λόγοις «κυρτῷ σχήματι συρομένην» παραδεδώκασιν μίαν γραμμὴν, καὶ πολλὴ τοῦ γραμμιαίου σχήματος παρ' αὐτοῖς ἡ χρῆσις; ὅλως δὲ εἰ καὶ τὸ ἔσχατα ἔχειν, καὶ τὸ ἀρχὴν καὶ μέσα καὶ τὸ τέλος, προσήκει τῇ γραμμῇ, διὰ τί μὴ καὶ τὸ σχῆμα, ὅ γε ἀπὸ τούτων ἀποδείκνυται; Τῇ λέξει ἐφεπόμενοι, καὶ τόδε ζητήσωμεν πρῶτον, πῶς ὡς ἀπὸ ἄλλου τοῦ πεπερασμένου τὸ ἔσχατα ἔχον συνάγει. Τί γὰρ διαφέρει πεπερασμένον εἶναι, καὶ ἔσχατα ἔχειν; Δεύτερον δέ, πῶς ἀπὸ τοῦ ὅλου τὸ ἀρχὴν ἔχον, καὶ μέσον καὶ τέλος, εἴπερ ἐκ τούτων πάντως