Ancient Greek
792
Damascius, In Parmenidem 792
Unproofread scanNot analysed yet
τὸ ὅλον, ὡς λέγει· αὐτὸ ἄρα ἀφ’ ἑαυτοῦ κατασκευάζειν δοκεῖν. Τρίτον, πῶς οὐ τὸ σχῆμα πρῶτον ἐπέδειξεν, ἀλλ’ εὐθὺς εἰς τὸ «σχῆματά τινα» ἤγαγεν τὸν λόγον εἰπών· «καὶ σχήματος δή τινος, ὡς δοκεῖν, τοιούτου ὄν, μετέχοι ἂν τὸ ἕν.» Τέταρτον ἐπιζητεῖ αὐτὸς διὰ τί μὴ ἕν ἐνὶ τρία συνήγαγε συμπεράσματα, ὡς ἐπὶ τῶν ἄλλων εἴωθεν. Καὶ λέγει πρὸς τοῦτο ὅτι