Ancient Greek
815
Damascius, In Parmenidem 815
Unproofread scanNot analysed yet
δὲ πεμπὰς τῷ συνοχικῷ διακόσμῳ, ὡς συνέχουσα τῷ κύκλῳ πᾶσαν τὴν περιφορὰν τοῦδε τοῦ κόσμου, καὶ ὡς τετράς οὖσα εἰς τὴν μονάδα ἐπιστρέφουσα· ἡ δὲ ἑξάς, ὡς τελεία, τῷ τελεσιουργῷ διακόσμῳ. Δεῖ ἄρα τὴν ἑβδομάδα ἁρμόζειν τῷ νοερῷ παντί, κατὰ τὸ ἀκόλουθον, καὶ ὅτι ἑξὰς ἐστὶν εἰς μονάδα ἐπιστραφεῖσα· τέλειος γὰρ ὧν καὶ ὁ νοῦς ἐπέστραπται πρὸς τὸ νοητόν·