Ancient Greek
816
Damascius, In Parmenidem 816
Unproofread scanNot analysed yet
ἐπὶ δὴ τούτοις τὴν ὀγδοάδα τοῖς ὑπερκοσμίοις, ὡς ἄρξασι τοῦ παντελοῦς μερισμοῦ, καὶ εἰς πᾶν διασλᾶσιν, καὶ ὡς ἀφομοιωτικοῖς τῷ ἐναρμονίῳ τῆς ὀγδοάδος ἐπαναπαυομένοις· τοῖς δ’ οὖν ἀπολύτοις τὴν ἐννεάδα, ὡς προσεχῶς τῆς δεκάδος ἐξηρημένην, καὶ ὡς ἐπὶ πᾶν προελθοῦσαν μετὰ τῆς οἰκείας ἐπιστροφῆς· αὐτοῖς δὲ λοιπὸν τοῖς ἐγκοσμίοις τὴν πανδεχῆ δεκάδα, καὶ πάντων πρόοδον τῶν ἀριθμῶν. Ταῦτα μὲν ἐπὶ