Ancient Greek
820
Damascius, In Parmenidem 820
Unproofread scanNot analysed yet
ἄχραντον αὐτῆς τῷ ἀύλῳ νῷ πάντως ἂν πρέποι, ἔτι δὲ τὸ ἀδιαίρετον τῷ «ἀμισθύλλευτον ἔχοντι οὐσίαν». Εἰ δὲ καὶ τελεσιουργός ἐστιν ἡ ἑβδομάς, ὡς ἡ φύσις δηλοῖ τῶν γιγνομένων, ταύτῃ ἂν καὶ τῷ δημιουργῷ ἀποδοθείη· εἰ δὲ τὴν διὰ πασῶν ἁρμονίαν συνεῖληφεν, ἴδιος ἐστὶ ταύτῃ γε τῇ πάντα ἁρμοζούσῃ τὸν νοερὸν διάκοσμον τῇ αὐτῆς μεσότητι, καὶ τοὺς δύο πατέρας εἰς