Ancient Greek
821
Damascius, In Parmenidem 821
Unproofread scanNot analysed yet
τὸ αὐτὸ κέντρον συναγοῦση, ὡς εἰς μονάδα μέσην τὰς ἑκατέρωθι δύο τριάδας, ἔτι δὲ ὡς ἑξάδα μερικῶν πηγῶν ἐν μιᾷ μονάδι συνηρηκυίᾳ Θαυμασίον τινα τρόπον. Οὕτω μὲν οὖν παντὶ τῷ νοερῷ διακόσμῳ ἡ ἑβδομάς οἰκεῖα φαίνεται, καὶ μάλιστα τῇ πηγῇ τῶν νοερῶν ἀπασῶν τάξεων, τῷ «ἀπαξ ἐπέκεινα». Πρὸς δὴ τὸ τρίτον, εἰ καθ’ ἕκαστον ἐν ὅλην κατηγορεῖ τὴν ἀντίθεσιν ὁ