Ancient Greek
918 to 919
Damascius, In Parmenidem 918-919
Unproofread scanNot analysed yet
δέονται τῶν συνοχέων καὶ τῶν τελεταρχῶν οἱ νοεροὶ Θεοί, τούτων μὲν τὰ μέρη πάντα ἀνελλειπῶς συνόντα ἀλλήλοις παρεχομένων, ἐκείνων δὲ συνεχιζόντων αὐτὰ καὶ συναιρούντων. Καθ’ αὐτὸν γὰρ ὁ νοῦς εἰς πολλά μεμέρισται, ὧν ἕκαστον καθ’ αὐτὸ βούλεται εἶναι, εἰ καὶ ἐν τῷ πρώτῳ οὕπω τὸ καθ’ αὐτό, διότι ἀμισθύλλευτος, ἄτε κρατούσης ἐν αὐτῷ τῆς ἐπιστροφῆς ἢ τοῦ μερισμοῦ, ὅθεν καὶ «συνοχεύς» ὀνομάζεται καὶ «οὗτος ὁ Θεός» ὑπὸ τῶν λογίων. Ὅθεν καὶ ἐν τούτοις περιέχεται ὑπὸ τοῦ ὅλου τὰ πάντα εἴρηται κατὰ τὴν συνοχικὴν ἰδιότητα· ὡς γὰρ τοὺς τελετάρχας οἱ συνοχεῖς περιέχουσιν, οὕτω καὶ ἐν τῷδε τῷ νῷ τὰ πάντα μέρη ἐν τῷ ὅλῳ συνέχεται. Αλλὰ μέντοι τὸ γε ὅλον αὐ οὐκ ἐν τοῖς μέρεσιν ἔστιν, οὔτε ἐν