Ancient Greek
920
Damascius, In Parmenidem 920
Unproofread scanNot analysed yet
πᾶσιν, οὔτε ἐν τινι,» ἢ κατὰ τὸ συνοχικόν, ὅτι πρὸ μερῶν, ἢ ὅτι τὸ ὅλον τὰ πάντα μέρη ἦν, καὶ οὐκ ἐν πᾶσιν τοῖς μέρεσιν ὡς ὅλον ἐν μέρεσιν· αὐτὰ γὰρ ἦν τὸ ὅλον. Διὸ οὐκ ἐν ἑνί, ὅτι πάντα, οὐδὲ ἄρα ἐν πᾶσιν, ὅτι οὐδὲ ἐν ἑνὶ τῶν πάντων, τὰ γὰρ μέρη τὸ ὅλον· καὶ τοῦτο πρέπει τῇ διαιρέσει