Ancient Greek
976
Damascius, In Parmenidem 976
Unproofread scanNot analysed yet
πρὸς τὸν δημιουργὸν σὺν ᾧ τὸ πᾶν τόδε ἐπιτροπεύει. Καὶ ἐπειδή ἔχει τι ἐξηρημένον ἡ Θεὸς τοῦ δημιουργοῦ, καὶ τῷ Κρόνῳ συνταττόμενον, τοῦτο μὲν αὐτῆς τὸ εἶδος ἀμέριστον· ὁ δὲ μερισμὸς αὐτῆς τῷ δημιουργῷ προσεχῆς, ἐν ᾧ καὶ ἡ πηγαία φύσις ἐσχάτη μεμέρισται. Ἔτι δὲ εἰδοποιὸς μὲν, ὡς φαμεν, ὁ δημιουργός, ζωοποιὸς δὲ τῶν δημιουργικῶν εἰδῶν ἡ Ῥέα. Ἀνάγκη ἄρα