Ancient Greek
977
Damascius, In Parmenidem 977
Unproofread scanNot analysed yet
τὸ τε ἔσχατον εἶδος εἶναι τοῦ Διός, καὶ τὴν ἐσχάτην ζωήν τῆς Ῥέας· αὕτη δὲ ἐστὶν ἡ φύσις. Ἔτι γε μὴν ἐκ τριτῶν κατὰ τὸν Παρμενίδην, ἡ τε Θεὸς ἀρχὴ κινήσεως καὶ στάσεως, ἡ τε φύσις ἀρχὴ κινήσεως καὶ ἡρεμίας. Οὐκοῦν ζητητέον πρῶτον ποίαν φύσιν λέγομεν τὴν ὁμοία γεννῶσαν ἑαυτή, ὡς φησιν, ἢ τὴν ἀπλῶς κινοῦσαν καὶ ἡρεμίζουσαν. Ὁ