Ancient Greek
1 to 2
DAMASTES SIGEENSIS, Fragmenta 1-2
Not analysed yet
Ὑπερβόρεοι . . . Δαμάστης δ ̓ ἐν τῷ Περὶ ἐθνῶν· Ἄνω Σκυθῶν Ἰσσηδόνας οἰκεῖν, τούτων δ ̓ ἀνωτέρω Ἀριμάσπους, ἄνω δ ̓ Ἀριμασπῶν τὰ Ῥίπαια ὄρη, ἐξ ὦν τὸν βορέαν πνεῖν, χιόνα δ ̓ αὐτὰ μήποτε ἐλλείπειν· ὑπὲρ δὲ τὰ ὄρη ταῦτα Ὑπερβορέους καθήκειν εἰς τὴν ἑτέραν θάλασσαν. Εὐθὺς ἐπὶ τῶν κατὰ τὴν Προποντίδα τόπων ὁ μὲν Ὅμηρος ἀπὸ τοῦ Αἰσήπου τὴν ἀρχὴν ποιεῖται τῆς Τρωάδος· Εὔδοξος δὲ ἀπὸ Πριάπου καὶ Ἀρτάκης, τοῦ ἐν τῇ Κυζικηνῶν νήσῳ χωρίου ἀνταίροντος τῷ Πριάπῳ, συστέλλων ἐπ ̓ ἔλαττον τοὺς ὅρους· Δαμάστης δ ̓ ἔτι μᾶλλον συστέλλει ἀπὸ Παρίου· καὶ γὰρ οὗτος μὲν ἔως Λεκτοῦ προάγει· ἄλλοι δὲ ἄλλως.