Ancient Greek · ~2 min
Dfhg-Source dfhg2_DAMASTES_SIGEENSIS
DAMASTES SIGEENSIS, Fragmenta 3
Not analysed yet
Τί δὲ δεῖ τῶν ποιητῶν θαυμάζειν, καὶ μάλιστα τῶν τοιούτων, οἷς ἡ πᾶσα περὶ φράσιν ἐστὶ σπουδὴ, τὰ τοῦ Δαμάστου συγκρίνοντας, ὅστις τῆς νήσου τὸ μῆκος ἀπὸ τῶν ἄρκτων πρὸς μεσημβρίαν ἀποδίδωσιν, ἀπὸ Ἱεροκηπίας, ὥς φησιν, εἰς Κλεῖδας; Οὐδὲ ὁ Ἐρατοσθένης εὖ· αἰτιώμενος γὰρ τοῦτον, οὐκ ὰπ ̓ ἄρκτων φησὶν εἶναι τὴν Ἱεροκηπίαν, ἀλλ ̓ ἀπὸ νότου· οὐδὲ γὰρ ἀπὸ νότου, ἀλλ ̓ ἀπὸ δύσεως, εἴπερ ἐν τῇ δυσμικῇ πλευρᾷ κεῖται, ἐν ᾗ καὶ ἡ Πάφος καὶ ὁ Ἀκάμας.