Ancient Greek · ~2 min
Dfhg-Source dfhg2_DAMASTES_SIGEENSIS
DAMASTES SIGEENSIS, Fragmenta 10
Not analysed yet
Ἀναξιμένης καὶ Δαμάστης καὶ Πίνδαρος Χϊον τὸν Ὅμηρον ἀποφαίνονται καὶ Θεόκριτος· ὁ δὲ Δαμάστης καὶ δέκατον αὐτὸν ἀπὸ Μουσαίου φησὶ γεγονέναι. Ἑλλάνικος καὶ Δαμάστης καὶ Φερεκύδης εἰς Ὀρφέα τὸ γένος παράγουσιν αὐτοῦ. Μαίονα γάρ φασι τὸν Ὁμήρου πατέρα, καὶ Δῖον τὸν Ἡσιόδου γενέσθαι Ἀπελλίδος, τοῦ Μελανωποῦ, τοῦ Ἐπιφραδέος, τοῦ Χαριφήμου, τοῦ Φιλοτερπέος, τοῦ Ἰδμονίδα, τοῦ Εὐκλέους, τοῦ Δωρίωνος, τοῦ Ὀρφέως. Γοργίας δ ̓ ὁ Λεοντῖνος εἰς Μουσαῖον αὐτὸν ἀνάγει.