Ancient Greek · ~2 min
Dfhg-Source dfhg2_DAMASTES_SIGEENSIS
DAMASTES SIGEENSIS, Fragmenta 8
Not analysed yet
Ὁ τὰς ἱερείας τὰς ἐν Ἄργει καὶ τὰ καθ ̓ ἑκάστην πραχθέντα συναγαγὼν Αἰ. νείαν φησὶν ἐκ Μολοττῶν εἰς Ἰταλίαν ἐλθόντα μετ ̓ Ὀδυσσέως, οἰκιστὴν γενέσθαι τῆς πόλεως· ὠνομάσαι δ ̓ αὐτὴν ἀπὸμιᾶς τῶν Ἰλιάδων Ῥώμης. Ταύτην δὲ λέγει ταῖς ἄλλαις Τρωάσι παρακελευσαμένην, κοινῇ μετ ̓ αὐτῶν ἐμπρῆσαι τὰ σκάφη, βαρυνομένην τῇ πλάνῃ. Ὁμολογεῖ δ ̓ αὐτῷ καὶ Δαμάστης ὁ Σιγειεὺς (vlg. Σιγεύς) καὶ ἄλλοι τινές.