Ancient Greek
23.1
Damianus Scriptor De Opticis, Optica 23.1
Unproofread scanNot analysed yet
οὐτος γὰρ τῶν ἐπιπέδων τε καὶ ἰσοπεριμέτρων αὐτῷ 5 σχημάτων πολυχωρητότατος ἀποδείκνυται. δεῖ δὲ τὴν ὄψιν καὶ ταχέως ἐπιβάλλειν τοῖς ὁρατοῖς καὶ ὡς ἐνδέχεται πλεῖστον ἕκαστον θεωρεῖν ἅμα· λυσιτελεῖ γὰρ ταῦτα τῷ ζῷῳ, πᾶν δὲ ὃ τι περ λυσιτελὲς ἐστι καὶ ἀγαθὸν τοῖς ζῴοις, ἡ φύσις ἀσπάζεται καὶ θέλει ποιεῖν· ὥστε κατὰ τὸν εἰκότα λόγον ἐπ’ εὐθείας ἡ ὄψις ἐνεχθήσεται καὶ κατὰ κύκλον ἐπιβάλεῖ τοῖς ὁρωμένοις.