Ancient Greek
23.2
Damianus Scriptor De Opticis, Optica 23.2
Unproofread scanNot analysed yet
δ’. οὕτω δὲ φερομένη καὶ οὕτως ἐπιβάλλουσα τοῖς 10 ὁρατοῖς ἤτοι κυλινδρικὸν ἢ κωνικὸν ἔχει τὸ σχῆμα, εἴγε δὴ καὶ τεταγμένον ἔχει, ὥσπερ οὖν εὔλογον ἔχειν. ἀλλὰ μὴν κυλινδρικὸν οὐκ ἔχει· οὐ γὰρ ἂν ἐδύνατο τοῖς μείζοσι τῆς κόρης μεγέθεσιν ἀθρόως ἐπιβάλλειν καὶ πρὸς τούτῳ 15 ἅπαντα ἅμα ὅλα τὰ ὁρώμενα ἐδόκει αὐτῇ ἴσα κατὰ μέγεθος εἶναι. κωνικὸν ἄρα ἔχει τὸ σχῆμα. οὕτω δὲ ἔχουσα καὶ τοῖς διαφόροις μεγέθεσι τῶν ὁρωμένων οἷα τε ἔσται διαφερούση κατὰ μέγεθος ἐπιβάλλειν τῇ αὐτῆς βάσει.