Ancient Greek
29.1
Damianus Scriptor De Opticis, Optica 29.1
Unproofread scanNot analysed yet
τούτου δὲ αἴτιον, ὅτι ἡ ὀπτικὴ δύναμις μάλιστα πῶς εἰς τὸ ὑπρόσθεν τὴν ἐνέργειαν ἔχει, εἰς δὲ τὰ πλάγια οὐχ ὁμοίως πέφυκεν. πρόσω τοίνυν κατὰ φύσιν στησάντων ἡμῶν τὸ τῆς ὄψεως σχῆμα ἀκριβῶς μὲν πρόσω ὁ ἄξων ἂν εἴη τοῦ κώνου, συνέχθης δὲ αἱ τούτῳ πλησιάζουσαι ἀκτῖνες τῆς ὄψεως· αἱ γὰρ τοι λοιπαὶ ἄνω τε καὶ κάτω καὶ εἰς τὰ πλάγια φέρονται. οὕτω δὲ τοι πρόσω πέφυκεν ἡ ὀπτικὴ δύναμις ἐνεργεῖν, ὥστε τὰ κατόπιν ἢ ὅλως τὰ μὴ ἔμπροσθεν ἡμῶν κείμενα ἐν κατόπτρῳ θεωρούμενὰ τινι πρόσω εἶναι ταῦτα φαντάζεσθαι κἂν τοῖς ἐνοπτρίζουσιν ἐνυπάρχειν αὐτά.