Ancient Greek
29.2
Damianus Scriptor De Opticis, Optica 29.2
Unproofread scanNot analysed yet
ια'. δῆλον δὲ ὅτι ἡ τοῦ τῆς ὄψεως κώνου κορυφὴ οὐκ ἔστιν ἐπὶ τῆς τοῦ ὀφθαλμοῦ κόρης· οὐ γὰρ ἂν ποτὲ ἀπὸ παντὸς μέρους τῆς κόρης ἑωρώμεν· ἀλλ' ἔστιν ἐντὸς καὶ ἐν τῷ τοῦ ὀφθαλμοῦ βάθει. βάσις δὲ ἐστὶ τοῦ κώνου ἡ πρώτη καὶ ἐλάχιστη ὁ κύκλος, οὐ πέραν ἐστὶν ἢ τὴν κόρην περιγράφουσα περιφέρεια. αὕτη γὰρ τοι ἡ κόρη οὐ κύκλος, ἀλλὰ τεταρτημορίου σφαῖρας ἐστὶν ἐπιφάνεια, εἴπερ γε ὀρθογώνιος ἐστὶν ὁ τῆς ὄψεως κῶνος ὡς ἐδείξαμεν (c. 5).