Ancient Greek
35.1
Damianus Scriptor De Opticis, Optica 35.1
Unproofread scanNot analysed yet
ὡς ἐν κατόπτρῳ τῷ ὕδατι τὸν ἡλιακὸν κύκλον, ἐφαρμοζουσῶν δηλονότι τῶν τῆς ἡμετέρας ὄψεως ἀκτίνων ταῖς τοῦ ἡλίου ἀκτίνι διὰ τὸ πρὸς ἕσας τε καὶ αὐτὰς ἀνακλᾶσθαι γωνίας. καὶ ἡ ἀνάκλασις δέ, ὡς ὕστερον ἀπο- 5 δεῖξομεν (c. 14, S. 22, 2 ff.) ,ὁμοίως φαίνεται γινομένη ἐπὶ τε τῆς ἡμετέρας ὄψεως καπὶ τῶν ἡλιακῶν ἀκτίνων. ἀλλὰ καὶ τὸ χρώννυσθαι πῶς ἀπὸ τούτων, πρὸς ἅπερ ἀνακλῶνται ἢ διακλῶνται, συμβαίνει μὲν τῷ τοῦ ἡλίου φωτί, συμβαίνει δὲ καὶ τῇ ἡμετέρᾳ ὄψει, ὥστ' ἐπιφαίνεσθαι ὁμοίως τοῖς 10 οὕτω μὲν ὑφ' ἡμῶν ὁρωμένοις, οὕτω δὲ ὑφ' ἡλίου καταλαμπομένοις. εἰ γὰρ ἀνίσχων ὁ ἥλιος ἢ δυόμενος διὰ τινος ἐρυθροῦ διαλάμπει νέφους, ὁρᾶν ἐστιν ἅπαντα φοινικά, καὶ γῆν καὶ θάλατταν καὶ ἅπλως ὅσα ἂν καταλάμπῃ. τούτοις δὴ παραπλήσια καὶ περὶ τὴν ἡμετέραν ὄψιν ἐστι 15 θεωρήσαι. ὁποῖον γὰρ ἂν τύχῃ τὸ τοῦ διαφανοῦς χρώμα, τοιουτόχρουν καὶ τὸ δι' αὐτοῦ φαινόμενον δόξειεν ἂν ὁρᾶν. καὶ αὖ πάλιν εἰ τις λαβὼν ἐνόπτρον ὁποιοῦν τῷ χρώματι πρὸς αὐτὸ θεωροῖ, πάντα τὰ ἐν αὐτῷ ἐμφαινόμενα ὁμόχροα τῷ ἐνόπτρῳ φανείτα, τῆς ὄψεως 20 δηλονότι πρὸς τὰ ὁρώμενα ἀνακλωμένης καὶ τὸ τοῦ ἐνόπτρου χρώμα ἐπιφερούσης αὐτοῖς. ταῦτα δὲ συμβαίνειν φαμὲν ἐπὶ τε τῆς ἡμετέρας ὄψεως καὶ ἐπὶ τῶν ἡλιακῶν ἀκτίνων. ἐὰν δὲ ἀνάκλασις ἀπ' ἀργυρῶν τινων γίνηται τῶν ἐνόπτρων ἢ ἀπὸ καθαρῶν καὶ ἡρεμουόντων ὑδάτων, 25 οὐδὲν ἀποφέρεται χρώμα οὔτε τὸ ἡλιακὸν φῶς οὔθ' ἡ ἡμετέρα ὄψις, ὡς ἂν ἄχρουστέρων πῶς ὄντων. διὸ καὶ τοιαῦτα εἶναι τὰ χρώματα δοκεῖ, οἷαί ἂν αἱ ἀπὸ τοιού-