Ancient Greek
37.1
Damianus Scriptor De Opticis, Optica 37.1
Unproofread scanNot analysed yet
των ἢ διὰ τοιούτων κλώμεναι ἀκτῖνες προσβάλλωσιν, ὁποία ἂν καὶ κατ’ ἀλήθειαν ὑπάρχοι. ἐξ ἀπάντων δὲ τούτων οὐκ ἔστιν ὅστις οἶμαι αἰσχυνθείη λέγων φῶς τι ἀπὸ τῶν ἡμετέρων ὀμμάτων προῖέναι, οὕτως ἀφθονον τὴν πρὸς 5 ἥλιον ὁμοιότητα τῆς ἡμετέρας ὄψεως θεωρήσας. Πλάτων δὲ ὁ μέγας (de rep. 508 A) καὶ ἡλιοειδέστατον ἔφατο εἶναι τὴν ὄψιν τῶν περὶ τὰς αἰσθήσεις ὀργάνων.