Ancient Greek
37.2
Damianus Scriptor De Opticis, Optica 37.2
Unproofread scanNot analysed yet
ιθ’. ἐτι δὲ εἰδέναι δεῖ ὅτι αἱ ἀνακλάσεις αὗται καὶ διακλάσεις τῆς ὄψεως οὐκ ἀτάκτως ἐπιτελοῦνται. πρὸς γὰρ 10 ἴσας γίνονται γωνίας ἀεί, αἱ δὴ καὶ συνίστανται πρὸς ἐκεῖνο, ἀφ’ οὗπερ ἀνακλῶνται ἢ διακλῶνται αἱ τῆς ὄψεως τῆς ἡμετέρας ἀκτῖνες. ἀπέδειξε γὰρ ὁ μηχανικὸς Ἥρων ἐν τοῖς αὐτοῦ κατοπτρικοῖς, ὅτι αἱ πρὸς ἴσας γωνίας κλώμεναι εὐθεῖαι ἐλάχισται εἰσι τῶν μέσων τῶν ἀπὸ τῆς αὐτῆς 15 καὶ ὁμοιομεροῦς γραμμῆς πρὸς τὰ αὐτὰ κλωμένων πρὸς ἀνίσους γωνίας. τοῦτο δὲ ἀποδείξας φησὶν ὅτι εἰ μὴ μέλλοι ἡ φύσις μάτην περιάγειν τὴν ἡμετέραν ὄψιν, πρὸς ἴσας αὐτὴν ἀνακλάσει γωνίας. ὁμοίως δὲ δεῖξθήσεται, ὅτι καὶ