Ancient Greek
39.1
Damianus Scriptor De Opticis, Optica 39.1
Unproofread scanNot analysed yet
ἡ διάκλασις τῆς ὄψεως τῆς ἡμετέρας πρὸς ἴσας ἐπιτελεῖται γωνίας. ἐκ δὲ τούτου φανερὸν, ὡς καὶ αἱ τοῦ ἡλίου ἀκτῖνες πρὸς ἴσας κλῶνται γωνίας· οὐ γὰρ πού τῇ ἡμετέρα ὄψει ἐν ἰσότητι τοῦτο συμβαίνειν δεῖ λέγειν, ταῖς δὲ τοῦ ἡλίου ἀκτίσι κατὰ τὸ ἄνισον καὶ ἄτακτον. ἀπεδείξαμεν δὲ κἂν τοῖς ἔμπροσθεν (c. 13) ἐπὶ γε τῶν ἀνακλάσεων ἴσας συνίστασθαι γωνίας ὑπὸ τῶν ἡλακῶν ἀκτίνων ταῖς τῆς ἡμετέρας ὄψεως, ἥτις ἀποδέδεκται πρὸς ἴσας κλᾶσθαι γωνίας.