Ancient Greek
39.2
Damianus Scriptor De Opticis, Optica 39.2
Unproofread scanNot analysed yet
Ὅτι αἱ πρὸς ὅμμα τε καὶ ὀρθογώνιοι στοαὶ πόρρωθεν μειούροι φαίνονται, καὶ τῶν πύργων οἱ τετράγωνοι στρογγύλοι καὶ προσπίπτοντες πόρρωθεν ὁρώμενοι, ἄνισα δὲ τὰ ἴσα φαντώματα παρὰ τὰς θέσεις καὶ τὰ μήκη. ὅτι ὑποτίθεται ἡ ὀπτικὴ τὰς ἀπὸ τοῦ ὄμματος ὄψεις κατ’ εὐθείας γραμμὰς φέρεσθαι καὶ τοῦ ὄμματος συμπεριφερομένου συμπεριφέρεσθαι καὶ τὰς ὄψεις καὶ ἅμα τῷ ὄμματι διανοιγομένῳ πρὸς τὸ ὁρώμενον τὰς ὄψεις γίνεσθαι.