Ancient Greek
1 to 4
Damigeron, De lapidibus 1-11-4
Not analysed yet
1] Τὸ κάστανον, ὅ τινες Διὸς βάλανον καλοῦσι, ψαμμώδει γῇ καὶ ψυχροῖς τόποις χαίρει. 2] Φυτεύεται δὲ καὶ διὰ τῶν ἐνρίζων καὶ διὰ σπέρματος· ἀσφαλέστερος δὲ ὁ διὰ τῶν φυτῶν τρόπος· μετὰ γὰρ δύο ἔτη καρποφορήσει. 3] Φυτεύεται δὲ ἀπὸ ἰσημερίας, οὐ μόνον ἀπὸ σκυταλῶν καὶ κλάδων, ἀλλὰ καὶ ἀπὸ παρασπάδων αὐτορρίζων, καθάπερ ἡ ἐλαία. 4] Σπείρεται δὲ τὰ κάστανα οὐχ ὁμοίως τῇ ἀμυγδαλῇ καὶ τῇ καρύᾳ, ἀλλὰ τὸ μείουρον ἄνω ἔχοντα.