Ancient Greek
1 to 6
Damigeron, De lapidibus 1-12-6
Not analysed yet
1] Τὰ κάρυα φυτεύεται τῷ καιρῷ τῆς ἀμυγδαλῆς· φυτεύεται δὲ καὶ ἀπὸ σπέρματος, καὶ ἀπὸ παρασπάδων καὶ μοσχευμάτων· χαίρει δὲ τόποις ξηροῖς καὶ ψυχροῖς μᾶλλον ἢ θερμοτέροις. 2] Εἰ δὲ μέλλεις ἀπὸ σπέρματος φυτεύειν κάρυον, κάλλιον ποιήσεις ἐὰν εἰς ἀγγεῖον ἔχον οὖρον παιδὸς ἀφθόρου τὸ σπέρμα ἐπὶ ἡμέρας ε′ ἐμβρέξῃς, καὶ τότε φυτεύσῃς. 3] Λεπτόσαρκον δὲ καὶ εὔθρυπτον τὸ κάρυον ἔσται, ὁμοίως δὲ καὶ τὴν ἀμυγδαλῆν ποιήσεις, σποδὸν τῷ στελέχει καὶ ταῖς ῥίζαις συνεχῶς περιχέων. 4] Θᾶττον δὲ αὐξήσει ἡ καρύα μεταφυτευομένη πολλάκις, μάλιστα δὲ ἐάν τις κυπρίῳ ἥλῳ ἢ πασσάλῳ καθηλώσειε τὸ δένδρον, ἕως διέλθῃ μέχρι τῆς ἐντεριώνης. 5] Εἰ δέ τις διατέμοι τὴν ἐντεριώνην τρυπάνῳ καὶ πάσσαλον πτελέϊνον ἰσομεγεθῆ ποιήσας διασφίγξει τρυπήσας τὸ δένδρον πέραν, τὰ σκληρὰ καὶ ἀρρενικὰ εὔθρυπτα ποιήσει. 6] Καρύα δὲ τὸν καρπὸν οὐκ ἀποβάλλει ἐὰν φλώμου ῥίζαν καὶ ῥάκος κόκκινον ἀπὸ κοπρίας περιάψῃς.