Ancient Greek
Section 1
Demades, Ὑπὲρ τῆς δωδεκαετίας 1
Not analysed yet
τῆς μὲν τῶν κινδυνευόντων σωτηρίας, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τῆς τιμωρίας ὑμεῖς παρὰ τῶν νόμων τὴν ἐξουσίαν εἰλήφατε· οὔτε δʼ ἰατρὸς ἐμπείρως δύναται θεραπεῦσαι τοὺς κάμνοντας, ἂν μὴ τὴν αἰτίαν τοῦ νοσήματος κατανοήσῃ, οὔτε δικαστὴς ὁσίαν θεῖναι τὴν ψῆφον, ἐὰν μὴ τοῖς τῆς κρίσεως δικαίοις σαφῶς ᾖ παρηκολουθηκώς.