Ancient Greek · ~2 min
Section 2
Demades, Ὑπὲρ τῆς δωδεκαετίας 2
Not analysed yet
ἐμπεσὼν δʼ αὐτὸς εἰς μέσην τὴν τῶν ῥητόρων δυσμένειαν, ὥσπερ τῆς παρὰ θεῶν, οὕτω τῆς παρʼ ὑμῶν δέομαι τυχεῖν βοηθείας. διαβάλλουσι γάρ μου τὸν βίον, οἰόμενοι τὸν λόγον ἄπιστον καταστήσειν. ἐγὼ δʼ ἀποθανὼν μὲν ἢ ζῶν οὐδέν εἰμι· τί γὰρ Ἀθηναίοις, εἰ παρανάλωμα Δημάδης; δακρύσει δέ μου τὴν ἀπώλειαν οὐχ ὁ στρατιώτης —πῶς γὰρ; ὃν αὔξει μὲν πόλεμος, εἰρήνη δʼ οὐ τρέφει —ἀλλʼ ὁ τὴν χώραν γεωργῶν καὶ ὁ τὴν θάλατταν πλέων καὶ πᾶς ὁ τὸν ἡσύχιον βίον ἠγαπηκώς, ᾧ τὴν Ἀττικὴν ἐτείχισα, τοὺς ὅρους τῆς χώρας περιβαλὼν οὐ λίθοις ἀλλὰ τῇ τῆς πόλεως ἀσφαλείᾳ.