Ancient Greek · ~1 min
Section 13
Demades, Ὑπὲρ τῆς δωδεκαετίας 13
Not analysed yet
Θηβαῖοι δὲ μέγιστον εἶχον δεσμὸν τὴν τῶν Μακεδόνων φρουράν, ὑφʼ ἧς οὐ μόνον τὰς χεῖρας συνεδέθησαν, ἀλλὰ καὶ τὴν παρρησίαν ἀφῄρηντο· τῷ γὰρ Ἐπαμινώνδου σώματι συνέθαψε τὴν δύναμιν τῶν Θηβαίων ὁ καιρός. ἤκμαζον δὲ τοῖς σύμπασιν οἱ Μακεδόνες, οὓς ἤδη ταῖς ἐλπίσιν ἐπὶ τὰ σκῆπτρα καὶ τοὺς Περσῶνθησαυροὺς ἡ τύχη διεβίβαζεν.