Ancient Greek · ~2 min
Section 12
Demades, Ὑπὲρ τῆς δωδεκαετίας 12
Not analysed yet
ὧν μὲν γὰρ ἐσύλησε τὴν ἰσχὺν ὁ περὶ Λεῦκτρα κίνδυνος, ὁ δὲ πρότερον ἀπείρατος ὢν πολεμίας σάλπιγγος Εὐρώτας Βοιωτοὺς ἐν τῇ Λακωνικῇ στρατοπεδεύοντας εἶδεν ἀπέκειρε γὰρ τὴν ἀκμὴν τῆς Σπάρτης ὁ Θηβαῖος, καὶ τοὺς ὅρους τῆς Λακωνικῆς τεθειμένους, τὴν ἀκμὴν τῶν νέων, συνέκλεισε ταῖς τέφραις. τὰς δʼ ἡμετέρας παρασκευὰς ἀνάλωσεν ὁ πόλεμος, καὶ τὴν ἐλπίδα τῶν ζώντων συνέτριψεν ἡ συμφορὰ τῶν ἀποθανόντων.