Ancient Greek · ~2 min
Section 5
Demades, Ὑπὲρ τῆς δωδεκαετίας 5
Not analysed yet
δότε δή μοι πρὸς θεῶν, ὦ ἄνδρες Ἀθηναῖοι, δότε διαλεχθῆναι ὡς προαιροῦμαι πρὸς ὑμᾶς περὶ τῶν δικαίων. δοκῶ μὲν γὰρ δύναμιν εἶναί μοι καὶ τοῖς ἄλλοις βοηθεῖν· ἐν δὲ τούτοις ἐμποδίζει μου τὸν λόγον ὁ φόβος. ἄλλως δʼ οὐ τὸν ἔλεγχον τοῦ πράγματος δέδοικα, ἀλλὰ τὴν τῶν ἀντιδίκων διαβολὴν μόνον, ἥτις οὐ κρίνει τοὺς ἀδικοῦντας, ἀλλὰ φύεται τοῖς δοκοῦσι λέγειν ἢ πράττειν.