Ancient Greek
Section 6
Demades, Ὑπὲρ τῆς δωδεκαετίας 6
Not analysed yet
ἡ παρʼ ὑμῖν ἐλπὶς δὲ δικαία· οὐ μικρὰ γάρ ἐστι τῷ κινδυνεύοντι ῥοπὴ πρὸς σωτηρίαν ἡ τῶν ἀκουόντων βούλησις ταττομένη μετὰ τοῦ δικαίου. ἐὰν ταύτης κατατύχω, πάσας ἀπολύσομαι τὰς διαβολάς· ἄνευ δὲ ταύτης οὔθʼ ὁ λόγος οὔθʼ οἱ νόμοι οὔθʼ ἡ τῶν πραγμάτων ἀλήθεια σῶσαι δύνανται τὸν ἀδίκως κρινόμενον. οὐκ ἀγνοεῖτε δὲ ὅτι πολλοὶ πολλάκις ἤδη τῶν ἐγκαλούντων ἀπὸ μὲν τῆς κατηγορίας ἔδοξαν δίκαια λέγειν, παρατεθείσης δὲ τῆς ἀπολογίας εὑρέθησαν αὐτοὶ συκοφαντοῦντες· ὃ δὴ καὶ νῦν πέπεισμαι τούτοις παρακολουθήσειν ὑμῶν ἀκούειν προαιρουμένων μετʼ εὐνοίας.