Ancient Greek
Section 59
Demades, Ὑπὲρ τῆς δωδεκαετίας 59
Not analysed yet
διὸ καί πάντων δοκεῖ χαλεπώτατον, ἐν εἰρήνῃ λόγον ὑποσχεῖν τῶν ἐν πολέμῳ πεπολιτευμένων· κρίνει γὰρ ἕκαστος πρὸς τὴν παροῦσαν ἡσυχίαν, οὐ πρὸς τὸν παρελθόντα κίνδυνον. ὅταν δέ τις ἀνέλῃ τῶν πραγμάτων τὸν καιρόν, ἀνταναιρεῖται καὶ τὸ δίκαιον τῆς πράξεως.