Ancient Greek
Section 60
Demades, Ὑπὲρ τῆς δωδεκαετίας 60
Not analysed yet
ἕκαστον τῶν ἀδικημάτων ἰδίας ἔχει τὰς οἰκονομίας· ἃ μὲν γάρ ἐστι δεόμενα τῆς ἐξ Ἀρείου πάγου βουλῆς, ἃ δὲ τῶν ἐλαττόνων δικαστηρίων, ἃ δὲ τῆς ἡλιαίας· πάντα δὲ ταῦτα διώρισται τοῖς ὀνόμασι, τοῖς πράγμασι, τοῖς χρόνοις, τοῖς ἐπιτιμίοις, ταῖς ἀγωγαῖς καὶ τῷ πλήθει τῶν δικαζόντων.