Ancient Greek
Dfhg-Source dfhg4_DEMARATUS
DEMARATUS, Fragmenta 1
Not analysed yet
Τεγεάταις καὶ Φανεάταις χρονίου πολέμου γενομένου, ἔδοξε τριδύμους ἀδελφοὺς πέμψαι τοὺς μαχησομένους περὶ τῆς νίκης. [Καὶ] Τεγεᾶται μὲν οὖν τοὺς Ῥηξιμάχου παῖδας, Φανεᾶται δὲ τοὺς Δημοστράτου προὐβάλλοντο. Συμβληθείσης δὲ τῆς μάχης, ἐφονεύθησαν τῶν Ῥηξιμάχου δύο· ὁ δὲ τρίτος, τοὔνομα Κριτόλαος, στρατηγήματι περιεγένετο τῶν δύο (l. τῶν ἀντιπάλων ex Stobaeo) προσποιητὴν γὰρ φυγὴν σκηψάμενος, κατὰ ἕνα τῶν διωκόντων ἀνεῖλε. Καὶ ἐλθόντος, οἱ μὲν ἄλλοι συνεχάρησαν, μόνη δ ̓ οὐκ ἐχάρη ἡ ἀδελφὴ Δημοδίκη· πεφονεὕκει γὰρ αὐτῆς τὸν κατηγγυημένον ἄνδρα, Δημόδικον. Ἀναξιοπαθήσας δὲ ὁ Κριτόλαος ἀνεῖλεν αὐτήν. Φόνου δ ̓ ἀγόμενος Ὑπὸ τῆς μητρὸς, ἀπελύθη, τῶν ἐγκλημάτων· ὡς Δημάρατος ἐν δευτέρῳ Ἀρκαδικῶν.