Ancient Greek
Dfhg-Source dfhg4_DEMARATUS
DEMARATUS, Fragmenta 2
Not analysed yet
Παράκειται δ ̓ αὐτῷ (Μαιάνδρῳ) ὄρος Σίπυλον, τὴν προσηγορίαν ἔχον ἀπὸ Σιπύλου τοῦ Ἀγήνορος καὶ Διωξίππης παιδός. Οὗτος γὰρ μητροκτονήσας κατ ̓ ἄγνοιαν, καὶ ὑπ ̓ Ἐριννύων οἰστρηλατηθεὶς, εἰς τὸ Κεραύνιον ὄρος ἦρος ἦλθε, καὶ διὰ λύπης ὑπερβολὴν βρόχῳ τὸν βίον περιέγραψε. Τὸ δ ̓ ὄρος κατὰ πρόνοιαν θεῶν ἀπ ̓ αὐτοῦ Σίπυλον ὠνομάσθη. Τεννᾶται δ ̓ ἐν αὐτῷ λίθος, παρόμοιος κυλίνδρῳ, ὃν οἱ εὐσεβεῖς υἱοὶ, ὅταν εὕρωσιν, ἐν τῷ τεμένει τῆς Μητρὸς τῶν θεῶν τιθέασι, καὶ οὐδέποτε χάριν ἀσεβείας ἁμαρτάνουσιν, ἀλλὰ φιλοπάτορες ὑπάρχουσι, καὶ πρὸς τοὺς προσήκοντας συμπαθοῦσι, ὡς ἱστορεῖ Ἀγαθαρχίδης ὁ Σάμιος ἐν δ’ Περὶ λίθων. Μέμνηται δὲ τούτων ἀκριβέστερον Δημάρατος ἐν δ’ [Περὶ] Φρυγίας.