Ancient Greek · ~5 min
3 to 6
DEMARATUS, Fragmenta 3-6
Not analysed yet
Γεννᾶται δ ̓ ἐν αὐτῷ (sc. Μαιάνδρῳ) λίθος, κατ ̓ ἀντίφρασιν Σώφρων καλούμενος, ὃν ἐὰν βάλῃς τινὸς εἰς κόλπον, ἐμμανὴς γίνεται καὶ φονεύει τινὰ τῶν συγγενῶν· ἐξιλασάμενος δὲ τὴν Μητέρα τῶν θεῶν, ἀπαλάσσεται τοῦ πάθους· καθὼς ἱστορεῖ Δημάρατος ἐν γ’ Περὶ ποταμῶν. Μέμνηται δὲ τούτων καὶ Ἀρχέλαος ἐν α’ Περὶ λίθων. Ἐρεχθεὺς δὲ ὁ Ἀττικὸς καὶ Μάριος ὁ Ῥωμαῖος τὰς αὐτῶν ἐθυσάτην θυγατέρας· ὧν ὁ μὲν τῇ Φερεφάττῃ, ὡς Δημάρατος ἐν πρώτῃ Τραγῳδουμένων, ὁ δὲ τοῖς ἀποτροπαίοις, ὁ Μάριος, ὡς Δωρόθεος ἐν τῇ τετάρτῃ Ἰταλικῶν ἱστορεῖ. Δημαράτου ἐν τρίτῳ Τραγῳδουμένων. Ἀθηναίων πρὸς Εὔμολπον τὸν Θρᾳκῶν βασιλέα πόλεμον ἐχόντων, Ἐρεχθεὺς ὁ τῆς Ἀττικῆς προϊστάμενος χρησμὸν ἔλαβεν, ὅτι νικήσει τοὺς ἐχθροὺς, ἐὰν τὴν πρεσβυτάτην τῶν θυγατέρων Περσεφόνῃ θύσῃ. Παραγενόμενος δ ̓ εἰς Ἀθήνας Πραξιθέᾳ τῇ γυναικὶ τὴν Πυθόχρηστον μαντείαν ἀπήγγειλεν· εἶθ ̓ οὕτω τὴν κόρην προσαγαγὼν τοῖς βωμοῖς ἀνεῖλε, καὶ συμβαλὼν τὸν πόλεμον ἐγκρατὴς ἐγένετο τῆς νίκης. Ἴφικλος υἱὸς ἦς Φυλάκου καὶ Κλυμένης τῆς Μινύου. Τοῦτον Ἡσίοδος (fr. 162) ἐπὶ πυρίνων ἀθέρων τρέχειν φησὶ, Δημάρατος δὲ ἐπὶ τῆς θαλάσσης. Δημάρατος δὲ αὐτὸν (Herculem) εἰς Κόλχους πεπλευκότα παρέδωκε. Διονύσιος μὲν γὰρ αὐτὸν καὶ ἡγεμόνα τῶν Ἀργοναυτῶν γενέσθαι. Διονύσιος δὲ ὁ Μιτυληναῖος συμπεπλευκέναι φησὶ τὸν ἥρωα (Ἡρακλέα) τοῖς ἀριστεῦσιν καὶ τὰ περὶ Μήδειαν συμπεπραχέναι τῷ Ἰάσονι. Ὁμοίως καὶ Δημάρατος.