Ancient Greek
Book 4
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 4.238
Not analysed yet
Ἐν δὲ συνθέσει γίνεται τὸ ξηρόν, ἤτοι ὅταν πυκνὰ ἦ τὰ κόμματα, ὥσπερ ἐν τοῖς Ἀφορισμοῖς ἔχει· ὁ βίος βραχύς, ἡ δὲ τέχνη μακρά, ὁ δὲ καιρὸς ὀξύς, ἡ δὲ πεῖρα σφαλερά· ἢ ὅταν ἐν μεγάλῳ πράγματι ἀποκεκομμένον ᾖ τὸ κῶλον καὶ μὴ ἔκπλεων, ὥσπερ τις Ἀριστείδου κατηγορῶν, ὅτι οὐκ ἀφίκετο εἰς τὴν ἐν Σαλαμῖνι ναυμαχίαν, ἀλλὰ αὐτόκλητος, ἔφη, ὅτι ἡ μὲν Δημήτηρ ἦλθεν καὶ συνεναυμάχει, Ἀριστείδης δὲ οὔ. ἡ γὰρ ἀποκοπὴ καὶ ἀπρεπὴς καὶ ἄκαιρος. ταῖς μὲν τοιαύταις ἀποκοπαῖς ἐν ἑτέροις χρηστέον.