Ancient Greek
5.257 to 5.262
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 5.257-262
Not analysed yet
Ἀπολήγοντες δέ ποτε καὶ εἰς συνδέσμους τὸν δὲ ἢ τὸν τέ· καίτοι παραγγέλλεται φυγεῖν τὴν ἀπόληξιν τὴν τοιαύτην· ἀλλὰ πολλαχοῦ χρήσιμος τοιαύτη ἂν γένοιτο, οἷον οὐκ εὐφήμησε μέν, ἄξιον ὄντα, ἠτίμασε δέ, ἢ ὡς τὸ Σχοῖνόν τε Σκῶλόν τε, ἀλλ’ ἐν μὲν τοῖς Ὁμηρικοῖς μέγεθος ἐποίησεν ἡ εἰς τοὺς συνδέσμους τελευτή. Ποιήσειε δ’ ἄν ποτε καὶ δεινότητα, εἴ τις ὧδε εἴποι ἀνέτρεψεν δὲ ὑπὸ τῆς ἀφροσύνης τε ὑπὸ τῆς ἀσεβείας τε τὰ ἱερά τε τὰ ὅσιά τε· ὅλως γὰρ ἡ λειότης καὶ τὸ εὐήκοον γλαφυρότητος ἴδια, οὐ δεινότητός ἐστιν, οὗτοι δ’ οἱ χαρακτῆρες ἐναντιώτατοι δοκοῦσιν. Καίτοι ἐστὶ πολλαχοῦ ἐκ παιδιᾶς παραμεμιγμένης δεινότης ἐμφαινομένη τις, οἷον ἐν ταῖς κωμῳδίαις, καὶ πᾶς ὁ Κυνικὸς τρόπος, ὡς τὰ Κράτητος πήρη τις γαἶ ἔστι μέσῳ ἐνὶ οἴνοπι τύφῳ. Καὶ τὸ Διογένους τὸ ἐν Ὀλυμπίᾳ, ὅτε τοῦ ὁπλίτου δραμόντος ἐπιτρέχων αὐτὸς ἐκήρυττεν ἑαυτὸν νικᾶν τὰ Ὀλύμπια πάντας ἀνθρώπους καλοκάγαθίᾳ. καὶ γὰρ γελᾶται τὸ εἰρημένον ἅμα καὶ θαυμάζεται, καὶ ἠρέμα καὶ ὑποδάκνει πως λεγόμενον. Καὶ τὸ πρὸς τὸν καλὸν ῥηθὲν αὐτῷ· προσπαλαίων γὰρ καλῷ παιδὶ Διογένης διεκινήθη πως τὸ αἰδοῖον, τοῦ δὲ παιδὸς φοβηθέντος καὶ ἀποπηδήσαντος, θάρρει, ὦ παιδίον· οὐκ εἰμὶ ταύτῃ ὅμοιος. γελοῖον γὰρ τὸ πρόχειρον τοῦ λόγου, δεινὴ δ’ ἡ κευθομένη ἔμφασις. καὶ ὅλως, συνελόντι φράσαι, πᾶν τὸ εἶδος τοῦ Κυνικοῦ λόγου σαίνοντι ἅμα ἔοικέ τῳ καὶ δάκνοντι. Χρήσονται δ’ αὐτῷ καὶ οἱ ῥήτορές ποτε, καὶ ἐχρήσαντο, Λυσίας μὲν πρὸς τὸν ἐρῶντα τῆς γραὸς λέγων, ὅτι ἧς ῥᾷον ἦν ἀριθμῆσαι τοὺς ὀδόντας ἢ τοὺς δακτύλους· καὶ γὰρ δεινότατα ἅμα καὶ γελοιότατα ἐνέφηνεν τὴν γραῦν· Ὅμηρος δὲ τὸ Οὖτιν ἐγὼ πύματον ἔδομαι, ὡς προγέγραπται.