Ancient Greek
Section 1
Demetrius Rhet., Formae epistolicae (duo exempla spuria) 1
Not analysed yet
Ἄλλη. Μουσικόν σοι τὸ πρόσρημα, σοφώτατε. οὐ λίαν ἀπεῖναί σοι λύρα δοκεῖ. νῦν γὰρ ἡ γραφὶς μουσικὴν ἐνδείκνυται τέχνην, ᾆσμά σοι δι' ἡμῶν μελῳδοῦσα τὸ φίλιον σπουδῇ τε τῇ πάσῃ καὶ προθυμίᾳ τῇ πρεπούσῃ πρὸς φωνὴν ἡμετέραν προθυμουμένη παιδεύειν. καὶ γὰρ ἔννομόν τε καὶ θεῖον τοὺς προεστηκότας ὑμᾶς καὶ προστήσεσθαι μέλλοντας ἀσπάζεσθαι ταῖς προσρήσεσι. διὸ πεπληρώκαμεν τὸν νόμον καὶ προσκεκυνήκαμεν ὡς ἔδει καὶ ἀντικαλοῦμεν μεμνῆσθαι μὲν ἡμῶν παρ' ὑμῖν, γράφειν δὲ ἡμῖν ἐνθάδε. ὑπὲρ γὰρ τῆς σωτηριώδους ὑμῶν διαμονῆς ὁσημέραι εὐχόμενοι εὖ ἔχειν πυνθάνεσθαι ταύτην λίαν ἔχομεν ἐρωτικῶς.