Ancient Greek
Section 2
Demetrius Rhet., Formae epistolicae (duo exempla spuria) 2
Not analysed yet
Ἄλλη. Συνήθως εὔφρανας, δέσποτα, τῇ τῶν γραμμάτων διαδοχῇ σωματικὴν ἡμῖν τὴν παρουσίαν ἐπιδειξάμενος καὶ τὴν ὑμῶν ἀπουσίαν τῇ παρουσίᾳ σημάνας χαίρειν πάλιν ἀνέπλησας καὶ πάλιν εὐφραίνεσθαι. τὰ γὰρ τῆς σῆς λαμπρότητος ὑγιεινὰ γράμματα εὐφροσύνης ἡμῖν αἴτια γίνεται. ἡμῖν μὲν γάρ, δέσποτα, καὶ δοκῶν ἀπεῖναι πάρει καὶ παρὼν ἐντὸς τῶν ψυχῶν ἡμῶν δικαίως ἀναγεγραμμένος ὑπάρχεις ἀνεξαλείπτοις μνήμαις τῇ τῶν γλυκέων παίδων παρουσίᾳ καὶ τῇ τῶν χρεωστουμένων σοι ἀνάγκῃ καὶ τῇ τῶν ψυχῶν ἀρετῇ. ψυχῆς γάρ ἐστι καὶ ὀφθαλμῶν τὰ γράμματα ἑορτὴ καὶ πανήγυρις.