Ancient Greek
100.5
Demetrius, demetrius_de_eloc_roberts 100.5
Unproofread scanNot analysed yet
21 Διαλογικὴ δέ ἐστι περίοδος ἡ ἐπὶ ἀνειμένη καὶ ἀπλουστέρα τῆς ἱστορικῆς, καὶ μόλις ἐμφαίνουσα, ὅτι περίοδός ἐστιν, ὥσπερ ἡ τοιάδε, ‘κατέβην χθὲς εἰς τὸν Πειραιᾶ’ μέχρι τοῦ ‘ἄτε νῦν πρῶτον ἄγοντες.’ ἐπέρριπται γὰρ ἀλλήλοις τὰ κῶλα ἐφ’ ἑτέρῳ ἕτερον, ὥσπερ ἐν τοῖς διαλελυμένοις λόγοις, καὶ ἀπολήξαντες μόλις ἂν ἐννοηθεῖμεν κατὰ τὸ τέλος, ὅτι τὸ λεγόμενον περίοδος ἦν. δεῖ γὰρ μεταξὺ διηρημένης τε καὶ κατεστραμμένης λέξεως τὴν διαλογικὴν περίοδον γράφεσθαι, καὶ μεμιγμένην 30 ὁμοίαν ἀμφοτέροις. περιόδων μὲν εἶδη τοσάδε.