Ancient Greek
100.4
Demetrius, demetrius_de_eloc_roberts 100.4
Unproofread scanNot analysed yet
20 Τῆς δὲ ῥητορικῆς περιόδου συνεστραμμένον τὸ εἶδος καὶ κυκλικὸν καὶ δεόμενον στρογγύλου στόματος καὶ χειρὸς συμπεριαγομένης τῷ ῥυθμῷ, οἷον τῆς ‘μάλιστα μὲν εἵνεκα τοῦ νομίζειν συμφέρειν τῇ πόλει λελύσθαι τὸν νόμον, εἶτα καὶ τοῦ παιδὸς εἵνεκα τοῦ Χαβρίου, |ὁμολόγησα τούτοις, ὡς ἂν οἷός τε ᾖ, συνερεῖν.’ σχεδὸν γὰρ εὐθὺς ἐκ τῆς ἀρχῆς ἡ περίοδος ἡ τοιάδε συνεστραμμένον τι ἔχει καὶ ἐμφαίνον, ὅτι οὐκ ἂν ἀπολήξειεν εἰς ἀπλοῦν τέλος.